Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.374 Joseph. BJ 3.381 (English) >>Joseph. BJ 3.387

3.378παρʼ ἑτέροις δὲ καὶ τὰς δεξιὰς τῶν τοιούτων νεκρῶν ἀποκόπτειν ἐκέλευσαν, αἷς ἐστρατεύσαντο καθʼ ἑαυτῶν, ἡγούμενοι καθάπερ τὸ σῶμα τῆς ψυχῆς ἀλλότριον, οὕτως καὶ τὴν χεῖρα τοῦ σώματος. 3.379καλὸν οὖν, ἑταῖροι, δίκαια φρονεῖν καὶ μὴ ταῖς ἀνθρωπίναις συμφοραῖς προσθεῖναι τὴν εἰς τὸν κτίσαντα ἡμᾶς δυσσέβειαν. 3.380εἰ σώζεσθαι δοκεῖ, σωζώμεθα· καὶ γὰρ οὐκ ἄδοξος σωτηρία παρʼ οἷς διὰ τοσούτων ἔργων ἐπεδειξάμεθα τὰς ἀρετάς· εἰ τεθνάναι, καλὸν ὑπὸ τῶν ἑλόντων. 3.381οὐ μεταβήσομαι δʼ ἐγὼ εἰς τὴν τῶν πολεμίων τάξιν, ἵνʼ ἐμαυτοῦ προδότης γένωμαι· καὶ γὰρ ἂν εἴην πολὺ τῶν αὐτομολούντων πρὸς τοὺς πολεμίους ἠλιθιώτερος, εἴ γʼ ἐκεῖνοι μὲν ἐπὶ σωτηρίᾳ τοῦτο πράττουσιν, ἐγὼ δὲ ἐπὶ ἀπωλείᾳ, καί γε τῇ ἐμαυτοῦ. 3.382τὴν μέντοι Ῥωμαίων ἐνέδραν εὔχομαι· μετὰ γὰρ δεξιὰν ἀναιρούμενος ὑπʼ αὐτῶν εὔθυμος τεθνήξομαι, τὴν τῶν ψευσαμένων ἀπιστίαν νίκης μείζονα ἀποφέρων παραμυθίαν.” 3.383

μὲν οὖν Ἰώσηπος πολλὰ τοιαῦτα πρὸς ἀποτροπὴν τῆς αὐτοχειρίας ἔλεγεν· 3.384οἱ δὲ πεφραγμένας ἀπογνώσει τὰς ἀκοὰς ἔχοντες ὡς ἂν πάλαι καθοσιώσαντες ἑαυτοὺς τῷ θανάτῳ παρωξύνοντο πρὸς αὐτόν, καὶ προστρέχων ἄλλος ἄλλοθεν ξιφήρεις ἐκάκιζόν τε εἰς ἀνανδρίαν καὶ ὡς ἕκαστος αὐτίκα πλήξων δῆλος ἦν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.374 Joseph. BJ 3.381 (English) >>Joseph. BJ 3.387

Powered by PhiloLogic